Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.26 Dem. 48.29 (English) >>Dem. 48.32

48.28καὶ τὰ μὲν πραχθέντα ταῦτʼ ἦν ἐν τῇ ἀποδημίᾳ τῇ Ὀλυμπιοδώρου, καὶ τῆς κοινωνίας τῆς πρὸς τοῦτον ταῦτα ἐγὼ ἀπέλαυσα. ἐπειδὴ δὲ ἐπεδήμησεν οὗτος καὶ οἱ ἄλλοι στρατιῶται, ἠγανάκτει Ὀλυμπιόδωρος οὑτοσί, ἄνδρες δικασταί, ἐπὶ τοῖς συμβεβηκόσι, καὶ ἡγεῖτο δεινὰ πεπονθέναι. ἐπειδὴ δὲ μεστὸς ἐγένετο ἀγανακτῶν, ἐσκοποῦμεν πάλιν καὶ ἐβουλευόμεθα κοινῇ ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσί, ὅντινα τρόπον τούτων τι πάλιν κομιούμεθα. 48.29καὶ ἐδόκει ἡμῖν βουλευομένοις προσκαλεῖσθαι τοὺς ἐπιδεδικασμένους κατὰ τὸν νόμον, καὶ ἐκ τῶν ὑπαρχόντων ἀσφαλέστατον εἶναι μὴ ἐν τῷ αὐτῷ ἡμᾶς ἀμφοτέρους τὸν κίνδυνον ποιεῖσθαι πρὸς τοὺς ἀμφισβητοῦντας, ἀλλὰ χωρὶς ἑκάτερον, καὶ τουτονὶ μὲν Ὀλυμπιόδωρον ὅλου τοῦ κλήρου λαχεῖν, ὥσπερ τὸ πρότερον, καὶ ἀγωνίζεσθαι καθʼ αὑτόν, ἐμὲ δὲ τοῦ ἡμικληρίου, ἐπειδὴ καὶ Κάλλιππος ἀδελφὸς ἐμὸς τοῦ ἡμικληρίου μόνον ἠμφεσβήτει, 48.30ὅπως, ἐὰν μὲν Ὀλυμπιόδωρος οὑτοσὶ ἐπιτύχῃ τοῦ ἀγῶνος, ἐγὼ κατὰ τὰς συνθήκας καὶ τοὺς ὅρκους πάλιν τὸ μέρος λάβοιμι παρὰ τούτου, ἐὰν δʼ ἄρα ἀποτύχῃ καὶ τὰ ἕτερα ψηφίσωνται οἱ δικασταί, οὗτος παρʼ ἐμοῦ τὰ μέρη καλῶς καὶ δικαίως ἀπολαμβάνοι, ὥσπερ ὠμόσαμεν ἀλλήλοις καὶ συνεθέμεθα. ἐπειδὴ δὲ ταῦτʼ ἐβουλευσάμεθα καὶ ἐδόκει ἀσφαλέστατʼ εἶναι καὶ ἐμοὶ καὶ Ὀλυμπιοδώρῳ, προσεκλήθησαν ἅπαντες οἱ ἔχοντες τὰ τοῦ Κόμωνος κατὰ τὸν νόμον. καί μοι ἀνάγνωθι τὸν νόμον, καθʼ ὃν πρόσκλησις ἐγένετο.Νόμος



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.26 Dem. 48.29 (English) >>Dem. 48.32

Powered by PhiloLogic